Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.116.2 | Hdt. 4.118.3 (English) | >>Hdt. 4.119.2 |
4.118.1
ἐπὶ τούτων ὦν τῶν καταλεχθέντων ἐθνέων τοὺς βασιλέας ἁλισμένους ἀπικόμενοι τῶν Σκυθέων οἱ ἄγγελοι ἔλεγον ἐκδιδάσκοντες ὡς ὁ Πέρσης , ἐπειδή οἱ τὰ ἐν τῇ ἠπείρῳ τῇ ἑτέρῃ πάντα κατέστραπται , γέφυραν ζεύξας ἐπὶ τῷ αὐχένι τοῦ Βοσπόρου διαβέβηκε ἐς τήνδε τὴν ἤπειρον , διαβὰς δὲ καὶ καταστρεψάμενος Θρήικας γεφυροῖ ποταμὸν Ἴστρον , βουλόμενος καὶ τάδε πάντα ὑπʼ ἑωυτῷ ποιήσασθαι .
4.118.2 “ὑμεῖς ὦν μηδενὶ τρόπῳ ἐκ τοῦ μέσου κατήμενοι περιίδητε ἡμέας διαφθαρέντας , ἀλλὰ τὠυτὸ νοήσαντες ἀντιάζωμεν τὸν ἐπιόντα . οὔκων ποιήσετε ταῦτα ; ἡμεῖς μὲν πιεζόμενοι ἢ ἐκλείψομεν τὴν χώρην ἢ μένοντες ὁμολογίῃ χρησόμεθα .
4.118.3 τί γὰρ πάθωμεν μὴ βουλομένων ὑμέων τιμωρέειν ; ὑμῖν δὲ οὐδὲν ἐπὶ τούτῳ ἔσται ἐλαφρότερον . ἥκει γὰρ ὁ Πέρσης οὐδέν τι μᾶλλον ἐπʼ ἡμέας ἢ οὐ καὶ ἐπʼ ὑμέας , οὐδέ οἱ καταχρήσει ἡμέας καταστρεψαμένῳ ὑμέων ἀπέχεσθαι .
4.118.4 μέγα δὲ ὑμῖν λόγων τῶνδε μαρτύριον ἐρέομεν . εἰ γὰρ ἐπʼ ἡμέας μούνους ἐστρατηλάτεε ὁ Πέρσης τίσασθαι τῆς πρόσθε δουλοσύνης βουλόμενος , χρῆν αὐτὸν πάντων τῶν ἄλλων ἀπεχόμενον ἰέναι οὕτω ἐπὶ τὴν ἡμετέρην , καὶ ἂν ἐδήλου πᾶσι ὡς ἐπὶ Σκύθας ἐλαύνει καὶ οὐκ ἐπὶ τοὺς ἄλλους .
4.118.5 νῦν δὲ ἐπείτε τάχιστα διέβη ἐς τήνδε τὴν ἤπειρον , τοὺς αἰεὶ ἐμποδὼν γινομένους ἡμεροῦται πάντας · τούς τε δὴ ἄλλους ἔχει ὑπʼ ἑωυτῷ Θρήικας καὶ δὴ καὶ τοὺς ἡμῖν ἐόντας πλησιοχώρους Γέτας .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.116.2 | Hdt. 4.118.3 (English) | >>Hdt. 4.119.2 |